Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.54 Dem. 57.57 (English) >>Dem. 57.61

57.56ἐνθυμείσθω γὰρ ἕκαστος ὑμῶν, ἄνδρες Ἀθηναῖοι, τοὺς ἑαυτῷ προσήκοντας τίνʼ ἄλλον ἂν δύναιτʼ ἐπιδεῖξαι τρόπον τὸν αὐτὸν ἐμοί, μαρτυροῦντας, ὀμνύοντας, πάλαι τοὺς αὐτοὺς ἀπὸ τῆς ἀρχῆς ὄντας;

διὰ ταῦτα τοίνυν ἐγὼ πιστεύων ἐμαυτῷ κατέφυγον εἰς ὑμᾶς. ὁρῶ γάρ, ἄνδρες Ἀθηναῖοι, οὐ μόνον τῶν ἀποψηφισαμένων Ἁλιμουσίων ἐμοῦ κυριώτερʼ ὄντα τὰ δικαστήρια, ἀλλὰ καὶ τῆς βουλῆς καὶ τοῦ δήμου, δικαίως· κατὰ γὰρ πάνθʼ αἱ παρʼ ὑμῖν εἰσι κρίσεις δικαιόταται.

57.57ἐνθυμεῖσθε τοίνυν κἀκεῖνο, ὅσοι τῶν μεγάλων δήμων ἐστέ, ὡς οὐδένʼ ἀπεστερεῖτʼ οὔτε κατηγορίας οὔτʼ ἀπολογίας. καὶ πόλλʼ ἀγαθὰ γένοιτο πᾶσιν ὑμῖν τοῖς δικαίως τούτῳ τῷ πράγματι χρησαμένοις, ὅτι καὶ τῶν ἀναβαλέσθαι δεομένων οὐκ ἀφῄρησθε τὸ παρασκευάσασθαι· καὶ τοὺς συκοφαντοῦντας καὶ διʼ ἔχθραν ἐπιβουλεύοντας ἐξηλέγχετε. 57.58καὶ ὑμᾶς μὲν ἄξιον ἐπαινεῖν, ἄνδρες Ἀθηναῖοι, τοὺς δὲ καλῷ καὶ δικαίῳ πράγματι μὴ καλῶς χρησαμένους ψέγειν. ἐν οὐδενὶ τοίνυν εὑρήσετε τῶν δήμων δεινότερα γεγενημένα τῶν παρʼ ἡμῖν. οὗτοι γὰρ ἀδελφῶν ὁμομητρίων καὶ ὁμοπατρίων τῶν μέν εἰσιν ἀπεψηφισμένοι, τῶν δʼ οὔ, καὶ πρεσβυτέρων ἀνθρώπων ἀπόρων, ὧν τοὺς υἱεῖς ἐγκαταλελοίπασιν· καὶ τούτων ἂν βούλησθε, μάρτυρας παρέξομαι. 57.59 δὲ πάντων δεινότατον οἱ συνεστηκότες πεποιήκασιν (καί μοι πρὸς Διὸς καὶ θεῶν μηδεὶς ὑπολάβῃ δυσκόλως, ἐὰν τοὺς ἠδικηκότας ἐμαυτὸν πονηροὺς ὄντας ἐπιδεικνύω· νομίζω γὰρ ὑμῖν τὴν τούτων πονηρίαν δεικνὺς εἰς αὐτὸ τὸ πρᾶγμα λέγειν τὸ γενόμενόν μοιοὗτοι γάρ, ἄνδρες Ἀθηναῖοι, βουλομένους τινὰς ἀνθρώπους ξένους πολίτας γενέσθαι, Ἀναξιμένην καὶ Νικόστρατον, κοινῇ διανειμάμενοι πέντε δραχμὰς ἕκαστος προσεδέξαντο. καὶ ταῦτʼ οὐκ ἂν ἐξομόσαιτʼ Εὐβουλίδης οὐδʼ οἱ μετʼ αὐτοῦ μὴ οὐκ εἰδέναι. καὶ νῦν τούτων οὐκ ἀπεψηφίσαντο. τί οὖν οὐκ ἂν οἴεσθε τούτους ἰδίᾳ ποιῆσαι, οἳ κοινῇ ταῦτʼ ἐτόλμων;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.54 Dem. 57.57 (English) >>Dem. 57.61

Powered by PhiloLogic